Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.124 Joseph. AJ 6.129 (English) >>Joseph. AJ 6.133

6.127 δʼ οὐ καταπλήττεται τὴν ἀπειλὴν τοῦ θανάτου, παραστησάμενος δʼ εὐγενῶς καὶ μεγαλοφρόνωςοὐδʼ ἐγώ σε, φησίν, ἱκετεύσω φείσασθαί μου, πάτερ, ἥδιστος δέ μοι θάνατος ὑπέρ τε τῆς σῆς εὐσεβείας γινόμενος καὶ ἐπὶ νίκῃ λαμπρᾷ· μέγιστον γὰρ παραμύθιον τὸ καταλιπεῖν Ἑβραίους Παλαιστίνων κεκρατηκότας.” 6.128 ἐπὶ τούτοις λαὸς πᾶς ἤλγησε καὶ συνέπαθεν ὤμοσέ τε μὴ περιόψεσθαι τὸν αἴτιον τῆς νίκης Ἰωνάθην ἀποθανόντα. καὶ τὸν μὲν οὕτως ἐξαρπάζουσι τῆς τοῦ πατρὸς ἀρᾶς, αὐτοὶ δὲ εὐχὰς ὑπὲρ τοῦ νεανίσκου ποιοῦνται τῷ θεῷ ὥστε αὐτὸν ἀπολῦσαι τοῦ ἁμαρτήματος. 6.129

Καὶ Σαοῦλος εἰς τὴν ἑαυτοῦ πόλιν ὑπέστρεψε διαφθείρας ὡσεὶ μυριάδας ἓξ τῶν πολεμίων. βασιλεύει δὲ εὐτυχῶς, καὶ τὰ πλησιόχωρα τῶν ἐθνῶν πολεμήσας χειροῦται τό τε Ἀμμανιτῶν καὶ Μωαβιτῶν Παλαιστίνους Ἰδουμαίους Ἀμαληκίτας τε καὶ τὸν βασιλέα τῆς Σωβᾶς. ἦσαν δὲ παῖδες αὐτῷ τρεῖς μὲν ἄρσενες Ἰωνάθης καὶ Ἰησοῦς καὶ Μέλχισος, θυγατέρες δὲ Μερόβη καὶ Μιχαάλ. 6.130στρατηγὸν δὲ εἶχε τὸν τοῦ θείου παῖδα Ἀβήναρον· Νῆρος δʼ ἐκεῖνος ἐκαλεῖτο, Νῆρος δὲ καὶ Κεὶς Σαούλου πατὴρ ἀδελφοὶ ἦσαν, υἱοὶ δʼ Ἀβελίου. ἦν δὲ καὶ πλῆθος ἁρμάτων Σαούλῳ καὶ ἱππέων, οἷς δὲ πολεμήσειε νικήσας ἀπηλλάσσετο, καὶ τοὺς Ἑβραίους εἰς εὐπραγίας καὶ μέγεθος εὐδαιμονίας προηγάγετο καὶ τῶν ἄλλων ἀπέδειξεν ἐθνῶν δυνατωτέρους, καὶ τῶν νέων τοὺς δὴ καὶ μεγέθει καὶ κάλλει διαφέροντας φύλακας τοῦ σώματος ἐποιεῖτο.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.124 Joseph. AJ 6.129 (English) >>Joseph. AJ 6.133

Powered by PhiloLogic